Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 35 Dem. 36 (English) >>Dem. 37

Παραγραφὴ ὑπὲρ Φορμίωνος

36.1τὴν μὲν ἀπειρίαν τοῦ λέγειν, καὶ ὡς ἀδυνάτως ἔχει Φορμίων, αὐτοὶ πάντες ὁρᾶτʼ, ἄνδρες Ἀθηναῖοι· ἀνάγκη δʼ ἐστὶν τοῖς ἐπιτηδείοις ἡμῖν, σύνισμεν πολλάκις τούτου διεξιόντος ἀκηκοότες, λέγειν καὶ διδάσκειν ὑμᾶς, ἵνʼ εἰδότες καὶ μεμαθηκότες ὀρθῶς τὰ δίκαια παρʼ ἡμῶν, ἃν δίκαια καὶ εὔορκα, ταῦτα ψηφίσησθε. 36.2τὴν μὲν οὖν παραγραφὴν ἐποιησάμεθα τῆς δίκης, οὐχ ἵνʼ ἐκκρούοντες χρόνους ἐμποιῶμεν, ἀλλʼ ἵνα τῶν πραγμάτων, ἐὰν ἐπιδείξῃ μηδʼ ὁτιοῦν ἀδικοῦνθʼ ἑαυτὸν οὑτοσί, ἀπαλλαγή τις αὐτῷ γένηται παρʼ ὑμῖν κυρία. ὅσα γὰρ παρὰ τοῖς ἄλλοις ἐστὶν ἀνθρώποις ἰσχυρὰ καὶ βέβαια ἄνευ τοῦ παρʼ ὑμῖν ἀγωνίσασθαι, ταῦτα πάντα πεποιηκὼς Φορμίων οὑτοσί, καὶ πολλὰ μὲν εὖ πεποιηκὼς Ἀπολλόδωρον τουτονί, 36.3πάντα δʼ, ὅσων κύριος τῶν τούτου κατελείφθη, διαλύσας καὶ παραδοὺς δικαίως, καὶ πάντων ἀφεθεὶς μετὰ ταῦτα τῶν ἐγκλημάτων, ὅμως, ὡς ὁρᾶτε, ἐπειδὴ φέρειν τοῦτον οὐχ οἷός τʼ ἐστίν, δίκην ταλάντων εἴκοσι λαχὼν αὐτῷ ταύτην συκοφαντεῖ. ἐξ ἀρχῆς οὖν ἅπαντα τὰ πραχθέντα τούτῳ πρὸς Πασίωνα καὶ Ἀπολλόδωρον ὡς ἂν δύνωμαι διὰ βραχυτάτων εἰπεῖν πειράσομαι, ἐξ ὧν εὖ οἶδʼ ὅτι τε τούτου συκοφαντία φανερὰ γενήσεται, καὶ ὡς οὐκ εἰσαγώγιμος δίκη γνώσεσθʼ ἅμα ταῦτʼ ἀκούσαντες.

36.4πρῶτον μὲν οὖν ὑμῖν ἀναγνώσεται τὰς συνθήκας, καθʼ ἃς ἐμίσθωσε Πασίων τὴν τράπεζαν τούτῳ καὶ τὸ ἀσπιδοπηγεῖον. καί μοι λαβὲ τὰς συνθήκας καὶ τὴν πρόκλησιν καὶ τὰς μαρτυρίας ταυτασί.Συνθῆκαι Πρόκλησις Μαρτυρίαι

αἱ μὲν οὖν συνθῆκαι, καθʼ ἃς ἐμίσθωσεν Πασίων τούτῳ τὴν τράπεζαν καὶ τὸ ἀσπιδοπηγεῖον ἤδη καθʼ ἑαυτὸν ὄντι, αὗταί εἰσιν, ἄνδρες Ἀθηναῖοι· δεῖ δʼ ὑμᾶς ἀκοῦσαι καὶ μαθεῖν ἐκ τίνος τρόπου προσώφειλεν τὰ ἕνδεκα τάλανθʼ Πασίων ἐπὶ τὴν τράπεζαν. 36.5οὐ γὰρ διʼ ἀπορίαν ταῦτʼ ὤφειλεν, ἀλλὰ διὰ φιλεργίαν. μὲν γὰρ ἔγγειος ἦν οὐσία Πασίωνι μάλιστα ταλάντων εἴκοσιν, ἀργύριον δὲ πρὸς ταύτῃ δεδανεισμένον ἴδιον πλέον πεντήκοντα τάλαντα. ἐν οὖν τοῖς πεντήκοντα ταλάντοις τούτοις ἀπὸ τῶν παρακαταθηκῶν τῶν τῆς τραπέζης ἕνδεκα τάλαντʼ ἐνεργὰ ἦν. 36.6μισθούμενος οὖν ὅδε τὴν ἐργασίαν αὐτὴν τῆς τραπέζης καὶ τὰς παρακαταθήκας λαμβάνων, ὁρῶν ὅτι, μήπω τῆς πολιτείας αὐτῷ παρʼ ὑμῖν οὔσης, οὐχ οἷός τʼ ἔσοιʼ εἰσπράττειν ὅσα Πασίων ἐπὶ γῇ καὶ συνοικίαις δεδανεικὼς ἦν, εἵλετο μᾶλλον αὐτὸν τὸν Πασίωνα χρήστην ἔχειν τούτων τῶν χρημάτων τοὺς ἄλλους χρήστας, οἷς προειμένος ἦν. καὶ οὕτω διὰ ταῦτʼ ἐγράφη εἰς τὴν μίσθωσιν προσοφείλων Πασίων ἕνδεκα τάλαντα, ὥσπερ καὶ μεμαρτύρηται ὑμῖν.

36.7ὃν μὲν τοίνυν τρόπον μίσθωσις ἐγένετο, μεμαρτύρηται ὑμῖν ὑπʼ αὐτοῦ τοῦ ἐπικαθημένου· ἐπιγενομένης δʼ ἀρρωστίας τῷ Πασίωνι μετὰ ταῦτα, σκέψασθʼ διέθετο. λαβὲ τῆς διαθήκης τὸ ἀντίγραφον καὶ τὴν πρόκλησιν ταυτηνὶ καὶ τὰς μαρτυρίας ταυτασί, παρʼ οἷς αἱ διαθῆκαι κεῖνται.Διαθήκη Πρόκλησις Μαρτυρίαι

36.8ἐπειδὴ τοίνυν Πασίων ἐτετελευτήκει ταῦτα διαθέμενος, Φορμίων οὑτοσὶ τὴν μὲν γυναῖκα λαμβάνει κατὰ τὴν διαθήκην, τὸν δὲ παῖδʼ ἐπετρόπευεν. ἁρπάζοντος δὲ τούτου καὶ πόλλʼ ἀπὸ κοινῶν ὄντων τῶν χρημάτων ἀναλίσκειν οἰομένου δεῖν, λογιζόμενοι πρὸς ἑαυτοὺς οἱ ἐπίτροποι, ὅτι, εἰ δεήσει κατὰ τὰς διαθήκας, ὅσʼ ἂν οὗτος ἐκ κοινῶν τῶν χρημάτων ἀναλώσῃ, τούτοις ἐξελόντας ἀντιμοιρεὶ τὰ λοιπὰ νέμειν, οὐδʼ ὁτιοῦν ἔσται περιόν, νείμασθαι τὰ ὄνθʼ ὑπὲρ τοῦ παιδὸς ἔγνωσαν. 36.9καὶ νέμονται τὴν ἄλλην οὐσίαν πλὴν ὧν ἐμεμίσθωθʼ οὑτοσί· τούτων δὲ τῆς προσόδου τὴν ἡμίσειαν τούτῳ ἀπεδίδοσαν. ἄχρι μὲν οὖν τούτου τοῦ χρόνου πῶς ἔνεστʼ ἐγκαλεῖν αὐτῷ μισθώσεως; οὐ γὰρ νῦν, ἀλλὰ τότʼ εὐθὺς ἔδει χαλεπαίνοντα φαίνεσθαι. καὶ μὴν οὐδὲ τὰς ἐπιγιγνομένας μισθώσεις ὡς οὐκ ἀπείληφεν ἔστʼ εἰπεῖν αὐτῷ. 36.10οὐ γὰρ ἄν ποτʼ, ἐπειδὴ δοκιμασθέντος Πασικλέους ἀπηλλάττετο τῆς μισθώσεως ὅδε, ἀφήκατʼ ἂν αὐτὸν ἁπάντων τῶν ἐγκλημάτων, ἀλλὰ τότʼ ἂν παραχρῆμʼ ἀπῃτεῖτʼ, εἴ τι προσώφειλεν ὑμῖν. ὡς τοίνυν ταῦτʼ ἀληθῆ λέγω, καὶ ἐνείμαθʼ οὗτος πρὸς τὸν ἀδελφὸν παῖδʼ ὄντα, καὶ ἀφῆκαν τῆς μισθώσεως καὶ τῶν ἄλλων ἁπάντων ἐγκλημάτων, λαβὲ ταυτηνὶ τὴν μαρτυρίαν.Μαρτυρία

36.11εὐθὺς τοίνυν, ἄνδρες Ἀθηναῖοι, ὡς ἀφεῖσαν τουτονὶ τῆς μισθώσεως, νέμονται τὴν τράπεζαν καὶ τὸ ἀσπιδοπηγεῖον, καὶ λαβὼν αἵρεσιν Ἀπολλόδωρος αἱρεῖται τὸ ἀσπιδοπηγεῖον ἀντὶ τῆς τραπέζης. καίτοι εἰ ἦν ἰδία τις ἀφορμὴ τούτῳ πρὸς τῇ τραπέζῃ, τί δή ποτʼ ἂν εἵλετο τοῦτο μᾶλλον ʼκείνην; οὔτε γὰρ πρόσοδος ἦν πλείων, ἀλλʼ ἐλάττων (τὸ μὲν γὰρ τάλαντον, δʼ ἑκατὸν μνᾶς ἔφερεν), οὔτε τὸ κτῆμʼ ἥδιον, εἰ προσῆν χρήματα τῇ τραπέζῃ ἴδια. ἀλλʼ οὐ προσῆν. διόπερ σωφρονῶν εἵλετο τὸ ἀσπιδοπηγεῖον οὗτος· τὸ μὲν γὰρ κτῆμʼ ἀκίνδυνόν ἐστιν, δʼ ἐργασία προσόδους ἔχουσʼ ἐπικινδύνους ἀπὸ χρημάτων ἀλλοτρίων.

36.12πολλὰ δʼ ἄν τις ἔχοι λέγειν καὶ ἐπιδεικνύναι σημεῖα τοῦ τοῦτον συκοφαντεῖν ἐγκαλοῦντʼ ἀφορμήν. ἀλλʼ οἶμαι μέγιστον μέν ἐστιν ἁπάντων τεκμήριον τοῦ μηδεμίαν λαβεῖν ἀφορμὴν εἰς ταῦτα τουτονὶ τὸ ἐν τῇ μισθώσει γεγράφθαι προσοφείλοντα τὸν Πασίωνʼ ἐπὶ τὴν τράπεζαν, οὐ δεδωκότʼ ἀφορμὴν τούτῳ, δεύτερον δὲ τὸ τοῦτον ἐν τῇ νομῇ μηδὲν ἐγκαλοῦντα φαίνεσθαι, τρίτον δʼ, ὅτι μισθῶν ἑτέροις ὕστερον ταὐτὰ ταῦτα τοῦ ἴσου ἀργυρίου οὐ φανήσεται προσμεμισθωκὼς ἰδίαν ἀφορμήν. 36.13καίτοι εἰ, ἣν πατὴρ παρέσχεν, ὑπὸ τοῦδʼ ἀπεστερεῖτο, αὐτὸν νῦν προσῆκεν ἐκείνοις ἄλλοθεν πορίσαντα δεδωκέναι. ὡς τοίνυν ταῦτʼ ἀληθῆ λέγω, καὶ ἐμίσθωσεν ὕστερον Ξένωνι καὶ Εὐφραίῳ καὶ Εὔφρονι καὶ Καλλιστράτῳ, καὶ οὐδὲ τούτοις παρέδωκεν ἰδίαν ἀφορμήν, ἀλλὰ τὰς παρακαταθήκας καὶ τὴν ἀπὸ τούτων ἐργασίαν αὐτὴν ἐμισθώσαντο, λαβέ μοι τὴν τούτων μαρτυρίαν, καὶ ὡς τὸ ἀσπιδοπηγεῖον εἵλετο.Μαρτυρία

36.14μεμαρτύρηται μὲν τοίνυν ὑμῖν, ἄνδρες Ἀθηναῖοι, ὅτι καὶ τούτοις ἐμίσθωσαν καὶ οὐ παρέδωκαν ἰδίαν ἀφορμὴν οὐδεμίαν, καὶ ἐλευθέρους ἀφεῖσαν ὡς μεγάλʼ εὖ πεπονθότες, καὶ οὐκ ἐδικάζοντʼ οὔτʼ ἐκείνοις τότʼ οὔτε τούτῳ. ὃν μὲν τοίνυν χρόνον μήτηρ ἔζη, πάντʼ ἀκριβῶς ταῦτʼ εἰδυῖα, οὐδὲν ἔγκλημα πώποτʼ ἐποιήσατο πρὸς τουτονὶ Φορμίωνʼ Ἀπολλόδωρος· ὡς δʼ ἐτελεύτησεν ἐκείνη, τρισχιλίας ἐγκαλέσας ἀργυρίου δραχμὰς πρὸς αἷς ἔδωκεν ἐκείνη δισχιλίαις τοῖς τούτου παιδίοις, καὶ χιτωνίσκον τινὰ καὶ θεράπαιναν, ἐσυκοφάντει. 36.15καὶ οὐδʼ ἐνταῦθα τούτων οὐδὲν ὧν νῦν ἐγκαλεῖ λέγων φανήσεται. ἐπιτρέψας δὲ τῷ τε τῆς ἑαυτοῦ γυναικὸς πατρὶ καὶ τῷ συγκηδεστῇ τῷ αὑτοῦ καὶ Λυσίνῳ καὶ Ἀνδρομένει, πεισάντων τούτων Φορμίωνα τουτονὶ δοῦναι δωρεὰν τὰς τρισχιλίας καὶ τὸ προσόν, καὶ φίλον μᾶλλον ἔχειν τοῦτον διὰ ταῦτʼ ἐχθρὸν αὐτὸν εἶναι, λαβὼν τὸ σύμπαν πεντακισχιλίας, καὶ πάντων ἀφεὶς τῶν ἐγκλημάτων τὸ δεύτερον εἰς τὸ ἱερὸν τῆς Ἀθηνᾶς ἐλθών, 36.16πάλιν, ὡς ὁρᾶτε, δικάζεται, πάσας αἰτίας συμπλάσας καὶ ἐγκλήματʼ ἐκ παντὸς τοῦ χρόνου τοῦ πρὸ τούτου (τοῦτο γάρ ἐστιν μέγιστον ἁπάντων), οὐδεπώποτʼ ᾐτιάσατο. ὡς τοίνυν ταῦτʼ ἀληθῆ λέγω, λαβέ μοι τὴν γνῶσιν τὴν γενομένην ἐν ἀκροπόλει, καὶ τὴν μαρτυρίαν τῶν παραγενομένων, ὅτʼ ἀφίει τῶν ἐγκλημάτων ἁπάντων Ἀπολλόδωρος, λαμβάνων τοῦτο τὸ ἀργύριον.Γνῶσις Μαρτυρία

36.17ἀκούετε τῆς γνώσεως, ἄνδρες δικασταί, ἣν ἔγνω Δεινίας, οὗ τὴν θυγατέρʼ οὗτος ἔχει, καὶ Νικίας τὴν ἀδελφὴν τῆς τούτου γυναικὸς ἔχων. ταῦτα τοίνυν λαβὼν καὶ ἀφεὶς ἁπάντων τῶν ἐγκλημάτων, ὥσπερ πάντων τεθνεώτων τούτων τῆς ἀληθείας οὐ γενησομένης φανερᾶς, δίκην τοσούτων ταλάντων λαχὼν τολμᾷ δικάζεσθαι.

36.18τὰ μὲν οὖν πεπραγμένα καὶ γεγενημένα Φορμίωνι πρὸς Ἀπολλόδωρον ἐξ ἀρχῆς ἅπαντʼ ἀκηκόατʼ, ἄνδρες Ἀθηναῖοι. οἶμαι δʼ Ἀπολλόδωρον τουτονί, οὐδὲν ἔχοντα δίκαιον εἰπεῖν περὶ ὧν ἐγκαλεῖ, ἅπερ παρὰ τῷ διαιτητῇ λέγειν ἐτόλμα, ταῦτʼ ἐρεῖν, ὡς τὰ γράμμαθʼ μήτηρ ἠφάνικε πεισθεῖσʼ ὑπὸ τούτου, καὶ τούτων ἀπολωλότων οὐκ ἔχει τίνα χρὴ τρόπον ταῦτʼ ἐξελέγχειν ἀκριβῶς. 36.19περὶ δὴ τούτων καὶ ταύτης τῆς αἰτίας σκέψασθʼ ἡλίκʼ ἄν τις ἔχοι τεκμήριʼ εἰπεῖν ὅτι ψεύδεται. πρῶτον μὲν γάρ, ἄνδρες Ἀθηναῖοι, τίς ἂν ἐνείματο τὰ πατρῷα μὴ λαβὼν γράμματα, ἐξ ὧν ἔμελλεν εἴσεσθαι τὴν καταλειφθεῖσαν οὐσίαν; οὐδὲ εἷς δήπου. καίτοι δυοῖν δέοντʼ εἴκοσιν ἔτη ἐστὶν ἐξ ὅτου ἐνείμω, καὶ οὐκ ἂν ἔχοις ἐπιδεῖξαι, ὡς ἐνεκάλεσας πώποθʼ ὑπὲρ τῶν γραμμάτων. 36.20δεύτερον δέ, τίς οὐκ ἄν, ἡνίχʼ Πασικλῆς ἀνὴρ γεγονὼς ἐκομίζετο τὸν λόγον τῆς ἐπιτροπῆς, εἰ διʼ αὑτοῦ τὰ γράμματʼ ὤκνει τὴν μητέρʼ αἰτιᾶσθαι διεφθαρκέναι, τούτῳ ταῦτʼ ἐδήλωσεν, ὅπως διὰ τούτου ταῦτʼ ἠλέγχθη; τρίτον δʼ, ἐκ ποίων γραμμάτων τὰς δίκας ἐλάγχανες; οὗτος γὰρ πολλοῖς τῶν πολιτῶν δίκας λαγχάνων πολλὰ χρήματʼ εἰσπέπρακται, γράφων εἰς τὰ ἐγκλήματαἔβλαψέ με δεῖνα οὐκ ἀποδιδοὺς ἐμοὶ τὸ ἀργύριον, κατέλιπεν πατὴρ ὀφείλοντα αὐτὸν ἐν τοῖς γράμμασιν.” 36.21καίτοι εἰ ἠφάνιστο τὰ γράμματα, ἐκ ποίων γραμμάτων τὰς δίκας ἐλάγχανεν; ἀλλὰ μὴν ὅτι ταῦτʼ ἀληθῆ λέγω, τὴν μὲν νομὴν ἀκηκόαθʼ ἣν ἐνείματο, καὶ μεμαρτύρηται ὑμῖν· τῶν δὲ λήξεων τούτων ἀναγνώσεται ὑμῖν τὰς μαρτυρίας. λαβὲ τὰς μαρτυρίας μοι.Μαρτυρίαι

οὐκοῦν ἐν ταύταις ταῖς λήξεσιν ὡμολόγηκεν ἀπειληφέναι τὰ τοῦ πατρὸς γράμματα· οὐ γὰρ δὴ συκοφαντεῖν γε, οὐδʼ ὧν οὐκ ὤφειλον οὗτοι δικάζεσθαι φήσειεν ἄν.

36.22νομίζω τοίνυν, ἄνδρες Ἀθηναῖοι, μεγάλων καὶ πολλῶν ὄντων ἐξ ὧν ἔστιν ἰδεῖν οὐκ ἀδικοῦντα Φορμίωνα τουτονί, μέγιστον ἁπάντων εἶναι, ὅτι Πασικλῆς, ἀδελφὸς ὢν Ἀπολλοδώρου τουτουί, οὔτε δίκην εἴληχεν οὔτʼ ἄλλʼ οὐδὲν ὧν οὗτος ἐγκαλεῖ. καίτοι οὐ δήπου τὸν μὲν παῖδʼ ὑπὸ τοῦ πατρὸς καταλειφθέντα, καὶ οὗ τῶν ὄντων κύριος ἦν, ἐπίτροπος καταλελειμμένος, οὐκ ἂν ἠδίκει, σὲ δέ, ὃς ἀνὴρ κατελείφθης τέτταρα καὶ εἴκοσιν ἔτη γεγονώς, καὶ ὑπὲρ σαυτοῦ ῥᾳδίως ἂν τὰ δίκαιʼ ἐλάμβανες εὐθύς, εἴ τι ἠδικοῦ. οὐκ ἔστι ταῦτα. ὡς τοίνυν ταῦτʼ ἀληθῆ λέγω καὶ Πασικλῆς οὐδὲν ἐγκαλεῖ, λαβέ μοι τὴν τούτου μαρτυρίαν.Μαρτυρία

36.23 τοίνυν ἤδη περὶ αὐτοῦ τοῦ μὴ εἰσαγώγιμον εἶναι τὴν δίκην δεῖ σκοπεῖν ὑμᾶς, ταῦτʼ ἀναμνήσθητʼ ἐκ τῶν εἰρημένων. ἡμεῖς γάρ, ἄνδρες Ἀθηναῖοι, γεγενημένου μὲν διαλογισμοῦ καὶ ἀφέσεως τῆς τραπέζης καὶ τοῦ ἀσπιδοπηγείου τῆς μισθώσεως, γεγενημένης δὲ διαίτης καὶ πάλιν πάντων ἀφέσεως, οὐκ ἐώντων τῶν νόμων δίκας ὧν ἂν ἀφῇ τις ἅπαξ λαγχάνειν, 36.24συκοφαντοῦντος τούτου καὶ παρὰ τοὺς νόμους δικαζομένου παρεγραψάμεθʼ ἐκ τῶν νόμων μὴ εἶναι τὴν δίκην εἰσαγώγιμον. ἵνʼ οὖν εἰδῆθʼ ὑπὲρ οὗ τὴν ψῆφον οἴσετε, τόν τε νόμον ὑμῖν τοῦτον ἀναγνώσεται καὶ τὰς μαρτυρίας ἐφεξῆς τῶν παρόντων, ὅτʼ ἀφίει τῆς μισθώσεως καὶ τῶν ἄλλων ἁπάντων ἐγκλημάτων Ἀπολλόδωρος. λαβέ μοι τὰς μαρτυρίας ταυτασὶ καὶ τὸν νόμον.Μαρτυρίαι Νόμος

36.25ἀκούετε τοῦ νόμου λέγοντος, ἄνδρες Ἀθηναῖοι, τά τʼ ἄλλʼ ὧν μὴ εἶναι δίκας, καὶ ὅσα τις ἀφῆκεν ἀπήλλαξεν. εἰκότως· εἰ γάρ ἐστι δίκαιον, ὧν ἂν ἅπαξ γένηται δίκη, μηκέτʼ ἐξεῖναι δικάζεσθαι, πολὺ τῶν ἀφεθέντων δικαιότερον μὴ εἶναι δίκας. μὲν γὰρ ἐν ὑμῖν ἡττηθεὶς τάχʼ ἂν εἴποι τοῦθʼ ὡς ἐξηπατήθηθʼ ὑμεῖς· δʼ αὑτοῦ φανερῶς καταγνοὺς καὶ ἀφεὶς καὶ ἀπαλλάξας, τίνʼ ἂν ἑαυτὸν αἰτίαν αἰτιασάμενος τῶν αὐτῶν πάλιν εἰκότως δικάζοιτο; οὐδεμίαν δήπου. διόπερ τοῦτο πρῶτον ἔγραψεν τὸν νόμον θεὶς ὧν μὴ εἶναι δίκας, ὅσα τις ἀφῆκεν ἀπήλλαξεν. τῷδε γέγονεν ἀμφότερα· καὶ γὰρ ἀφῆκεν καὶ ἀπήλλαξεν. ὡς δʼ ἀληθῆ λέγω, μεμαρτύρηται ὑμῖν, ἄνδρες Ἀθηναῖοι.

λαβὲ δή μοι καὶ τὸν τῆς προθεσμίας νόμον.Νόμος

36.26 μὲν τοίνυν νόμος, ἄνδρες Ἀθηναῖοι, σαφῶς οὑτωσὶ τὸν χρόνον ὥρισεν· Ἀπολλόδωρος δʼ οὑτοσὶ παρεληλυθότων ἐτῶν πλέον εἴκοσιν τὴν ἑαυτοῦ συκοφαντίαν ἀξιοῖ περὶ πλείονος ὑμᾶς ποιήσασθαι τῶν νόμων, καθʼ οὓς ὀμωμοκότες δικάζετε. καίτοι πᾶσι μὲν τοῖς νόμοις προσέχειν εἰκός ἐσθʼ ὑμᾶς, οὐχ ἥκιστα δὲ τούτῳ, ἄνδρες Ἀθηναῖοι. 36.27δοκεῖ γάρ μοι καὶ Σόλων οὐδενὸς ἄλλου ἕνεκα θεῖναι αὐτὸν τοῦ μὴ συκοφαντεῖσθαι ὑμᾶς. τοῖς μὲν γὰρ ἀδικουμένοις τὰ πέντʼ ἔτη ἱκανὸν ἡγήσατʼ εἶναι εἰσπράξασθαι· κατὰ δὲ τῶν ψευδομένων τὸν χρόνον ἐνόμισεν σαφέστατον ἔλεγχον ἔσεσθαι. καὶ ἅμʼ ἐπειδὴ ἀδύνατον ἔγνω ὂν τούς τε συμβάλλοντας καὶ τοὺς μάρτυρας ἀεὶ ζῆν, τὸν νόμον ἀντὶ τούτων ἔθηκεν, ὅπως μάρτυς εἴη τοῦ δικαίου τοῖς ἐρήμοις.

36.28θαυμάζω τοίνυν ἔγωγʼ, ἄνδρες δικασταί, τί ποτʼ ἐστὶν πρὸς ταῦτʼ ἐπιχειρήσει λέγειν Ἀπολλόδωρος οὑτοσί. οὐ γὰρ ἐκεῖνό γʼ ὑπείληφεν, ὡς ὑμεῖς, μηδὲν ὁρῶντες εἰς χρήματα τοῦτον ἠδικημένον, ὀργιεῖσθʼ ὅτι τὴν μητέρʼ ἔγημεν αὐτοῦ Φορμίων. οὐ γὰρ ἀγνοεῖ τοῦτο, οὐδʼ αὐτὸν λέληθεν, οὐδʼ ὑμῶν πολλούς, ὅτι Σωκράτης τραπεζίτης ἐκεῖνος, παρὰ τῶν κυρίων ἀπαλλαγεὶς ὥσπερ τούτου πατήρ, ἔδωκε Σατύρῳ τὴν ἑαυτοῦ γυναῖκα, ἑαυτοῦ ποτὲ γενομένῳ. 36.29ἕτερος Σωκλῆς τραπεζιτεύσας ἔδωκε τὴν ἑαυτοῦ γυναῖκα Τιμοδήμῳ τῷ νῦν ἔτʼ ὄντι καὶ ζῶντι, γενομένῳ ποθʼ αὑτοῦ. καὶ οὐ μόνον ἐνθάδε ταῦτα ποιοῦσιν οἱ περὶ τὰς ἐργασίας ὄντες ταύτας, ἄνδρες Ἀθηναῖοι, ἀλλʼ ἐν Αἰγίνῃ ἔδωκεν Στρυμόδωρος Ἑρμαίῳ τῷ ἑαυτοῦ οἰκέτῃ τὴν γυναῖκα, καὶ τελευτησάσης ἐκείνης ἔδωκε πάλιν τὴν θυγατέρα τὴν ἑαυτοῦ. καὶ πολλοὺς ἂν ἔχοι τις εἰπεῖν τοιούτους. 36.30εἰκότως· ὑμῖν μὲν γάρ, ἄνδρες Ἀθηναῖοι, τοῖς γένει πολίταις, οὐδὲ ἓν πλῆθος χρημάτων ἀντὶ τοῦ γένους καλόν ἐστιν ἑλέσθαι· τοῖς δὲ τοῦτο μὲν δωρεὰν παρʼ ὑμῶν παρʼ ἄλλων τινῶν λαβοῦσιν, τῇ τύχῃ δʼ ἐξ ἀρχῆς ἀπὸ τοῦ χρηματίσασθαι καὶ ἑτέρων πλείω κτήσασθαι καὶ αὐτῶν τούτων ἀξιωθεῖσιν, ταῦτʼ ἐστὶν φυλακτέα. διόπερ Πασίων πατὴρ σὸς οὐ πρῶτος οὐδὲ μόνος, οὐδʼ αὑτὸν ὑβρίζων οὐδʼ ὑμᾶς τοὺς υἱεῖς, ἀλλὰ μόνην ὁρῶν σωτηρίαν τοῖς ἑαυτοῦ πράγμασιν, εἰ τοῦτον ἀνάγκῃ ποιήσειεν οἰκεῖον ὑμῖν, ἔδωκε τὴν ἑαυτοῦ γυναῖκα, μητέρα δʼ ὑμετέραν τούτῳ. 36.31πρὸς μὲν οὖν τὰ συμφέροντʼ ἐὰν ἐξετάζῃς, καλῶς βεβουλευμένον αὐτὸν εὑρήσεις· εἰ δὲ πρὸς γένους δόξαν ἀναίνει Φορμίωνα κηδεστήν, ὅρα μὴ γελοῖον σὲ ταῦτα λέγειν. εἰ γάρ τις ἔροιτό σε, ποῖόν τινʼ ἡγεῖ τὸν πατέρα τὸν σεαυτοῦ εἶναι, χρηστὸν εὖ οἶδʼ ὅτι φήσειας ἄν. πότερον οὖν οἴει μᾶλλον ἐοικέναι τὸν τρόπον καὶ πάντα τὸν βίον Πασίωνι σαυτὸν τουτονί; ἐγὼ μὲν εὖ οἶδʼ ὅτι τοῦτον. εἶθʼ ὅς ἐστιν ὁμοιότερος σοῦ τῷ σῷ πατρί, τοῦτον, εἰ τὴν μητέρα τὴν σὴν ἔγημεν, ἀναίνει; 36.32ἀλλὰ μὴν ὅτι γε δόντος καὶ ἐπισκήψαντος τοῦ σοῦ πατρὸς ταῦτʼ ἐπράχθη, οὐ μόνον ἐκ τῆς διαθήκης ἔστιν ἰδεῖν, ἄνδρες Ἀθηναῖοι, ἀλλὰ καὶ σὺ μάρτυς αὐτὸς γέγονας. ὅτε γὰρ τὰ μητρῷα πρὸς μέρος ἠξίους νέμεσθαι, ὄντων παίδων ἐκ τῆς γυναικὸς Φορμίωνι τουτῳί, τόθʼ ὡμολόγεις κυρίως δόντος τοῦ πατρὸς τοῦ σοῦ κατὰ τοὺς νόμους αὐτὴν γεγαμῆσθαι. εἰ γὰρ αὐτὴν εἶχε λαβὼν ἀδίκως ὅδε μηδενὸς δόντος, οὐκ ἦσαν οἱ παῖδες κληρονόμοι, τοῖς δὲ μὴ κληρονόμοις οὐκ ἦν μετουσία τῶν ὄντων. ἀλλὰ μὴν ὅτι ταῦτʼ ἀληθῆ λέγω, μεμαρτύρηται τὸ τέταρτον μέρος λαβεῖν καὶ ἀφεῖναι τῶν ἐγκλημάτων ἁπάντων.

36.33κατʼ οὐδὲν τοίνυν, ἄνδρες Ἀθηναῖοι, δίκαιον οὐδὲν ἔχων εἰπεῖν, ἀναιδεστάτους λόγους ἐτόλμα λέγειν πρὸς τῷ διαιτητῇ, περὶ ὧν προακηκοέναι βέλτιόν ἐσθʼ ὑμᾶς, ἕνα μὲν τὸ παράπαν μὴ γενέσθαι διαθήκην, ἀλλʼ εἶναι τοῦτο πλάσμα καὶ σκευώρημʼ ὅλον, ἕτερον δʼ ἕνεκα τούτου πάντα ταῦτα συγχωρεῖν τὸν πρὸ τοῦ χρόνον καὶ οὐχὶ δικάζεσθαι, ὅτι μίσθωσιν ἤθελεν αὐτῷ φέρειν Φορμίων πολλὴν καὶ ὑπισχνεῖτʼ οἴσειν· ἐπειδὴ δʼ οὐ ποιεῖ ταῦτα, τηνικαῦτα, φησίν, δικάζομαι. 36.34ὅτι δὲ ταῦτʼ ἀμφότερʼ, ἐὰν λέγῃ, ψεύσεται καὶ τοῖς ὑφʼ ἑαυτοῦ πεπραγμένοις ἐναντίʼ ἐρεῖ, σκοπεῖτʼ ἐκ τωνδί. ὅταν μὲν τοίνυν τὴν διαθήκην ἀρνῆται, ἐκ τίνος τρόπου πρεσβεῖα λαβὼν τὴν συνοικίαν κατὰ τὴν διαθήκην ἔχει, τοῦτʼ ἐρωτᾶτʼ αὐτόν. οὐ γὰρ ἐκεῖνό γʼ ἐρεῖ, ὡς μὲν πλεονεκτεῖν τόνδʼ ἔγραψεν πατήρ, κύριʼ ἐστὶν τῆς διαθήκης, τὰ δʼ ἄλλʼ ἄκυρα. 36.35ὅταν δʼ ὑπὸ τῶν τοῦδʼ ὑποσχέσεων ὑπάγεσθαι φῇ, μέμνησθʼ ὅτι μάρτυρας ὑμῖν παρεσχήμεθα, οἳ χρόνον πολὺν τοῦδʼ ἀπηλλαγμένου μισθωταὶ τούτοις ἐγίγνοντο τῆς τραπέζης καὶ τοῦ ἀσπιδοπηγείου. καίτοι τόθʼ, ὁπηνίκʼ ἐμίσθωσεν ἐκείνοις, τῷδʼ ἐγκαλεῖν παραχρῆμʼ ἐχρῆν, εἴπερ ἀληθῆ ἦν ὑπὲρ ὧν τότʼ ἀφεὶς νῦν τούτῳ δικάζεται. ὡς τοίνυν ἀληθῆ λέγω, καὶ πρεσβεῖά τε τὴν συνοικίαν ἔλαβεν κατὰ τὴν διαθήκην, καὶ τῷδʼ οὐχ ὅπως ἐγκαλεῖν ᾤετο δεῖν, ἀλλʼ ἐπῄνει, λαβὲ τὴν μαρτυρίαν.Μαρτυρία

36.36ἵνα τοίνυν εἰδῆτʼ, ἄνδρες Ἀθηναῖοι, ὅσα χρήματʼ ἔχων ἐκ τῶν μισθώσεων καὶ ἐκ τῶν χρεῶν ὡς ἀπορῶν καὶ πάντʼ ἀπολωλεκὼς ὀδυρεῖται, βραχέʼ ἡμῶν ἀκούσατε. οὗτος γὰρ ἐκ μὲν τῶν χρεῶν ὁμοῦ τάλαντʼ εἴκοσιν εἰσπέπρακται ἐκ τῶν γραμμάτων ὧν πατὴρ κατέλιπεν, καὶ τούτων ἔχει πλέον τὰ ἡμίσεα (πολλῶν γὰρ τὰ μέρη τὸν ἀδελφὸν ἀποστερεῖ36.37ἐκ δὲ τῶν μισθώσεων, ὀκτὼ μὲν ἐτῶν Φορμίων εἶχε τὴν τράπεζαν, ὀγδοήκοντα μνᾶς τοῦ ἐνιαυτοῦ ἑκάστου, τὸ ἥμισυ τῆς ὅλης μισθώσεως· καὶ ταῦτʼ ἐστὶ δέκα τάλαντα καὶ τετταράκοντα μναῖ· δέκα δὲ τῶν μετὰ ταῦτα, ὧν ἐμίσθωσαν ὕστερον Ξένωνι καὶ Εὐφραίῳ καὶ Εὔφρονι καὶ Καλλιστράτῳ, τάλαντον τοῦ ἐνιαυτοῦ ἑκάστου. 36.38χωρὶς δὲ τούτων, ἐτῶν ἴσως εἴκοσι τῆς ἐξ ἀρχῆς νεμηθείσης οὐσίας, ἧς αὐτὸς ἐπεμελεῖτο, τὰς προσόδους, πλέον μνᾶς τριάκοντα. ἐὰν δʼ ἅπαντα συνθῆτε, ὅσʼ ἐνείματο, ὅσʼ εἰσεπράξατο, ὅσʼ εἴληφε μίσθωσιν, πλέον τετταράκοντα τάλαντʼ εἰληφὼς φανήσεται, χωρὶς ὧν οὗτος εὖ πεποίηκεν, καὶ τῶν μητρῴων, καὶ ὧν ἀπὸ τῆς τραπέζης ἔχων οὐκ ἀποδίδωσι πένθʼ ἡμιταλάντων καὶ ἑξακοσίων δραχμῶν. 36.39ἀλλὰ νὴ Δία ταῦθʼ πόλις εἴληφεν, καὶ δεινὰ πέπονθας πολλὰ καταλελῃτουργηκώς. ἀλλʼ μὲν ἐκ κοινῶν ἐλῃτούργεις τῶν χρημάτων, σὺ καὶ ἁδελφὸς ἀνηλώσατε· δʼ ὕστερον, οὐκ ἔστιν ἄξια μὴ ὅτι δυοῖν ταλάντοιν προσόδου, ἀλλʼ οὐδʼ εἴκοσι μνῶν. μηδὲν οὖν τὴν πόλιν αἰτιῶ, μηδʼ σὺ τῶν ὄντων αἰσχρῶς καὶ κακῶς ἀνήλωκας, ὡς πόλις εἴληφεν, λέγε. 36.40ἵνα δʼ εἰδῆτʼ, ἄνδρες Ἀθηναῖοι, τό τε πλῆθος τῶν χρημάτων ὧν εἴληφε, καὶ τὰς λῃτουργίας ἃς λελῃτούργηκεν, ἀναγνώσεται ὑμῖν καθʼ ἓν ἕκαστον. λαβέ μοι τὸ βιβλίον τουτὶ καὶ τὴν πρόκλησιν ταυτηνὶ καὶ τὰς μαρτυρίας ταυτασί.<Βιβλίον>Πρόκλησις Μαρτυρίαι

36.41τοσαῦτα μὲν τοίνυν χρήματʼ εἰληφὼς καὶ χρέα πολλῶν ταλάντων ἔχων, ὧν τὰ μὲν παρʼ ἑκόντων, τὰ δʼ ἐκ τῶν δικῶν εἰσπράττει, τῆς μισθώσεως ἔξω τῆς τραπέζης καὶ τῆς ἄλλης οὐσίας, ἣν κατέλιπεν Πασίων, ὠφείλετʼ ἐκείνῳ καὶ νῦν παρειλήφασιν οὗτοι, καὶ τοσαῦτʼ ἀνηλωκὼς ὅσʼ ὑμεῖς ἠκούσατε, οὐδὲ πολλοστὸν μέρος τῶν προσόδων, μὴ ὅτι τῶν ἀρχαίων, εἰς τὰς λῃτουργίας, ὅμως ἀλαζονεύσεται καὶ τριηραρχίας ἐρεῖ καὶ χορηγίας. 36.42ἐγὼ δʼ, ὡς μὲν οὐκ ἀληθῆ ταῦτʼ ἐρεῖ, ἐπέδειξα, οἶμαι μέντοι, κἂν εἰ ταῦτα πάντʼ ἀληθῆ λέγοι, κάλλιον εἶναι καὶ δικαιότερον τόνδʼ ἀπὸ τῶν αὑτοῦ λῃτουργεῖν ὑμῖν τούτῳ δόντας τὰ τούτου, μικρὰ τῶν πάντων αὐτοὺς μετασχόντας, τόνδε μὲν ἐν ταῖς ἐσχάταις ἐνδείαις ὁρᾶν, τοῦτον δʼ ὑβρίζοντα καὶ εἰς ἅπερ εἴωθεν ἀναλίσκοντα. 36.43ἀλλὰ μὴν περί γε τῆς εὐπορίας, ὡς ἐκ τῶν τοῦ πατρὸς τοῦ σοῦ κέκτηται, καὶ ὧν ἐρωτήσειν ἔφησθα, πόθεν τὰ ὄντα κέκτηται Φορμίων, μόνῳ τῶν ὄντων ἀνθρώπων σοὶ τοῦτον οὐκ ἔνεστʼ εἰπεῖν τὸν λόγον. οὐδὲ γὰρ Πασίων σὸς πατὴρ ἐκτήσαθʼ εὑρὼν οὐδὲ τοῦ πατρὸς αὐτῷ παραδόντος, ἀλλὰ παρὰ τοῖς αὑτοῦ κυρίοις Ἀντισθένει καὶ Ἀρχεστράτῳ τραπεζιτεύουσι πεῖραν δοὺς ὅτι χρηστός ἐστι καὶ δίκαιος, ἐπιστεύθη. 36.44ἔστι δʼ ἐν ἐμπορίῳ καὶ χρήμασιν ἐργαζομένοις ἀνθρώποις φιλεργὸν δόξαι καὶ χρηστὸν εἶναι τὸν αὐτὸν θαυμαστὸν ἡλίκον. οὔτʼ οὖν ἐκείνῳ τοῦθʼ οἱ κύριοι παρέδωκαν, ἀλλʼ αὐτὸς ἔφυ χρηστός, οὔτε τῷδʼ σὸς πατήρ· σὲ γὰρ ἂν πρότερον τοῦδε χρηστὸν ἐποίησεν, εἰ ἦν ἐπʼ ἐκείνῳ. εἰ δὲ τοῦτʼ ἀγνοεῖς, ὅτι πίστις ἀφορμὴ πασῶν ἐστι μεγίστη πρὸς χρηματισμόν, πᾶν ἂν ἀγνοήσειας. χωρὶς δὲ τούτων πολλὰ καὶ τῷ σῷ πατρὶ καὶ σοὶ καὶ ὅλως τοῖς ὑμετέροις πράγμασι Φορμίων γέγονε χρήσιμος. ἀλλʼ οἶμαι τῆς σῆς ἀπληστίας καὶ τοῦ σοῦ τρόπου τίς ἂν δύναιτʼ ἐφικέσθαι; 36.45καὶ δῆτα θαυμάζω πῶς οὐ λογίζει πρὸς σεαυτόν, ὅτι ἔστιν Ἀρχεστράτῳ τῷ ποτὲ τὸν σὸν πατέρα κτησαμένῳ υἱὸς ἐνθάδε, Ἀντίμαχος, πράττων οὐ κατʼ ἀξίαν, ὃς οὐ δικάζεταί σοι, οὐδὲ δεινά φησι πάσχειν, εἰ σὺ μὲν χλανίδα φορεῖς, καὶ τὴν μὲν λέλυσαι, τὴν δʼ ἐκδέδωκας ἑταίραν, καὶ ταῦτα γυναῖκʼ ἔχων ποιεῖς, καὶ τρεῖς παῖδας ἀκολούθους περιάγει, καὶ ζῇς ἀσελγῶς ὥστε καὶ τοὺς ἀπαντῶντας αἰσθάνεσθαι, αὐτὸς δʼ ἐκεῖνος πολλῶν ἐνδεής ἐστιν. 36.46οὐδὲ τὸν Φορμίωνʼ ἐκεῖνος οὐχ ὁρᾷ. καίτοι εἰ κατὰ τοῦτʼ οἴει σοι προσήκειν τῶν τούτου, ὅτι τοῦ πατρός ποτʼ ἐγένετο τοῦ σοῦ, ἐκείνῳ προσήκει μᾶλλον σοί· γὰρ αὖ σὸς πατὴρ ἐκείνων ἐγένετο, ὥστε καὶ σὺ καὶ οὗτος ἐκείνου γίγνεσθʼ ἐκ τούτου τοῦ λόγου. σὺ δʼ εἰς τοῦθʼ ἥκεις ἀγνωμοσύνης ὥσθʼ προσήκει σοι τοὺς λέγοντας ἐχθροὺς νομίζειν, ταῦτʼ αὐτὸς ποιεῖς ἀνάγκην εἶναι λέγειν, 36.47καὶ ὑβρίζεις μὲν σαυτὸν καὶ τοὺς γονέας τεθνεῶτας, προπηλακίζεις δὲ τὴν πόλιν, καὶ τῆς τουτωνὶ φιλανθρωπίας ἀπολαύσας ηὕρεθʼ σὸς πατὴρ καὶ μετὰ ταῦτα Φορμίων οὑτοσί, ταῦτʼ ἀντὶ τοῦ κοσμεῖν καὶ περιστέλλειν, ἵνα καὶ τοῖς δοῦσιν ὡς εὐσχημονέστατʼ ἐφαίνετο καὶ τοῖς λαβοῦσιν ὑμῖν, ἄγεις εἰς μέσον, δεικνύεις, ἐλέγχεις, μόνον οὐκ ὀνειδίζεις οἷον ὄντα σʼ ἐποιήσαντʼ Ἀθηναῖον. 36.48εἶτʼ εἰς τοῦθʼ ἥκεις μανίας (τί γὰρ ἂν ἄλλο τις εἴποι;) ὥστʼ οὐκ αἰσθάνει ὅτι καὶ νῦν ἡμεῖς μὲν ἀξιοῦντες, ἐπειδήπερ ἀπηλλάγη Φορμίων, μηδὲν ὑπόλογον εἶναι εἴ ποτε τοῦ σοῦ πατρὸς ἐγένετο, ὑπὲρ σοῦ λέγομεν, σὺ δὲ μηδέποτʼ ἐξ ἴσου σοι γενέσθαι τοῦτον ἀξιῶν κατὰ σαυτοῦ λέγεις· γὰρ ἂν σὺ δίκαια σαυτῷ κατὰ τούτου τάξῃς, ταὐτὰ ταῦθʼ ἥξει κατὰ σοῦ παρὰ τῶν τὸν σὸν πατέρʼ ἐξ ἀρχῆς κτησαμένων. ἀλλὰ μὴν ὅτι κἀκεῖνος ἦν τινῶν, εἶτʼ ἀπηλλάγη τὸν αὐτὸν τρόπον ὅνπερ οὗτος ἀφʼ ὑμῶν, λαβέ μοι ταυτασὶ τὰς μαρτυρίας, ὡς ἐγένετο Πασίων Ἀρχεστράτου.Μαρτυρίαι

36.49εἶτα τὸν σῴσαντα μὲν ἐξ ἀρχῆς τὰ πράγματα καὶ πολλὰ χρήσιμον αὑτὸν παρασχόντα τῷ πατρὶ τῷ τούτου, τοσαῦτα δʼ αὐτὸν τοῦτον ἀγάθʼ εἰργασμένον, ὅσʼ ὑμεῖς ἀκηκόατε, τοῦτον οἴεται δεῖν ἑλὼν τηλικαύτην δίκην ἀδίκως ἐκβαλεῖν. οὐ γὰρ ἄλλο γʼ ἔχοις οὐδὲν ἂν ποιῆσαι. εἰς μὲν γὰρ τὰ ὄντʼ εἰ βλέπεις ἀκριβῶς, ταῦθʼ εὑρήσεις ὧν ἔστιν, ἐάν, μὴ γένοιτο, ἐξαπατηθῶσιν οὗτοι. 36.50ὁρᾷ τὸν Ἀριστόλοχον τὸν Χαριδήμου· ποτʼ εἶχεν ἀργόν, εἶτά γε νῦν πολλοῖς γὰρ ἐκεῖνος ὀφείλων αὐτὸν ἐκτήσατο. καὶ τὸν Σωσίνομον καὶ τὸν Τιμόδημον καὶ τοὺς ἄλλους τραπεζίτας, οἵ, ἐπειδὴ διαλύειν ἐδέησεν οἷς ὤφειλον, ἐξέστησαν ἅπαντες τῶν ὄντων. σὺ δʼ οὐδὲν οἴει δεῖν σκοπεῖν οὐδʼ ὧν πατὴρ σοῦ πολλῷ βελτίων ὢν καὶ ἄμεινον φρονῶν πρὸς ἅπαντʼ ἐβουλεύσατο· 36.51ὅς, Ζεῦ καὶ θεοί, τοσούτῳ τοῦτον ἡγεῖτο σοῦ πλείονος ἄξιον εἶναι καὶ σοὶ καὶ ἑαυτῷ καὶ τοῖς ὑμετέροις πράγμασιν ὥστʼ ἀνδρὸς ὄντος σοῦ τοῦτον, οὐ σὲ τῶν ἡμίσεων κατέλιπεν ἐπίτροπον καὶ τὴν γυναῖκʼ ἔδωκεν καὶ ζῶν αὐτὸν ἐτίμα, δικαίως, ἄνδρες Ἀθηναῖοι· οἱ μὲν γὰρ ἄλλοι τραπεζῖται μίσθωσιν οὐ φέροντες, ἀλλʼ αὐτοὶ ἑαυτοῖς ἐργαζόμενοι, πάντες ἀπώλοντο, οὗτος δὲ μίσθωσιν φέρων δύο τάλαντα καὶ τετταράκοντα μνᾶς ὑμῖν ἔσῳσε τὴν τράπεζαν. 36.52ὧν ἐκεῖνος μὲν χάριν εἶχεν, σὺ δʼ οὐδένα ποιεῖ λόγον, ἀλλʼ ἐναντία τῇ διαθήκῃ καὶ ταῖς ἀπʼ ἐκείνης ἀραῖς, γραφείσαις ὑπὸ τοῦ σοῦ πατρός, ἐλαύνεις συκοφαντεῖς διώκεις. βέλτιστʼ, εἰ οἷόν τε σὲ τοῦτʼ εἰπεῖν, οὐ παύσει, καὶ γνώσει τοῦθʼ, ὅτι πολλῶν χρημάτων τὸ χρηστὸν εἶναι λυσιτελέστερόν ἐστιν; σοὶ γοῦν, εἴπερ ἀληθῆ λέγεις, χρήματα μὲν τοσαῦτʼ εἰληφότι πάντʼ ἀπόλωλεν, ὡς φής· εἰ δʼ ἦσθʼ ἐπιεικής, οὐκ ἄν ποτʼ αὔτʼ ἀνήλωσας.

36.53ἀλλʼ ἔγωγε μὰ τὸν Δία καὶ θεοὺς πανταχῇ σκοπῶν οὐδὲν ὁρῶ, διʼ τι ἂν σοὶ πεισθέντες τουδὶ καταψηφίσαιντο. τί γάρ; ὅτι πλησίον ὄντων τῶν ἀδικημάτων ἐγκαλεῖς; ἀλλʼ ἔτεσι καὶ χρόνοις ὕστερον αἰτιᾷ. ἀλλʼ ὅτι τοῦτον ἀπράγμων ἦσθα τὸν χρόνον; καὶ τίς οὐκ οἶδεν ὅσα πράγματα πράττων οὐ πέπαυσαι, οὐ μόνον δίκας ἰδίας διώκων οὐκ ἐλάττους ταυτησί, ἀλλὰ δημοσίᾳ συκοφαντῶν καὶ κρίνων τίνας οὔ; οὐχὶ Τιμομάχου κατηγόρεις; οὐχὶ Καλλίππου τοῦ νῦν ὄντος ἐν Σικελίᾳ; οὐ πάλιν Μένωνος; οὐκ Αὐτοκλέους; οὐ Τιμοθέου; οὐκ ἄλλων πολλῶν; 36.54καίτοι πῶς ἔχει λόγον σέ, Ἀπολλόδωρον ὄντα, πρότερον τῶν κοινῶν, ὧν μέρος ἠδικοῦ, δίκην ἀξιοῦν λαμβάνειν, τῶν ἰδίων ὧν νῦν ἐγκαλεῖς, ἄλλως τε καὶ τηλικούτων ὄντων, ὡς σὺ φής; τί ποτʼ οὖν ἐκείνων κατηγορῶν τόνδʼ εἴας; οὐκ ἠδικοῦ, ἀλλʼ οἶμαι συκοφαντεῖς νῦν. ἡγοῦμαι τοίνυν, ἄνδρες Ἀθηναῖοι, πάντων μάλιστʼ εἰς τὸ πρᾶγμʼ εἶναι τούτων μάρτυρας παρασχέσθαι· τὸν γὰρ συκοφαντοῦντʼ ἀεὶ τί χρὴ νομίζειν νῦν ποιεῖν; 36.55καὶ νὴ Δίʼ ἔγωγʼ, ἄνδρες Ἀθηναῖοι, νομίζω πάνθʼ ὅσα τοῦ τρόπου τοῦ Φορμίωνός ἐστι σημεῖα καὶ τῆς τούτου δικαιοσύνης καὶ φιλανθρωπίας, καὶ ταῦτʼ εἰς τὸ πρᾶγμʼ εἶναι πρὸς ὑμᾶς εἰπεῖν. μὲν γὰρ περὶ πάντʼ ἄδικος τάχʼ ἄν, εἰ τύχοι, καὶ τοῦτον ἠδίκει· δὲ μηδένα μηδὲν ἠδικηκώς, πολλοὺς δʼ εὖ πεποιηκὼς ἑκών, ἐκ τίνος εἰκότως ἂν τρόπου τοῦτον μόνον ἠδίκει τῶν πάντων; τούτων τοίνυν τῶν μαρτυριῶν ἀκούσαντες γνώσεσθε τὸν ἑκατέρου τρόπον.Μαρτυρίαι

36.56ἴθι δὴ καὶ τὰς κατʼ Ἀπολλοδώρου τῆς πονηρίας.Μαρτυρίαι

ἆρʼ οὖν ὅμοιος οὑτοσί; σκοπεῖτε. λέγε.Μαρτυρίαι

ἀνάγνωθι δὴ καὶ ὅσα δημοσίᾳ χρήσιμος τῇ πόλει γέγονεν οὑτοσί.Μαρτυρίαι

36.57τοσαῦτα τοίνυν, ἄνδρες Ἀθηναῖοι, Φορμίων χρήσιμος γεγονὼς καὶ τῇ πόλει καὶ πολλοῖς ὑμῶν, καὶ οὐδένʼ οὔτʼ ἰδίᾳ οὔτε δημοσίᾳ κακὸν οὐδὲν εἰργασμένος, οὐδʼ ἀδικῶν Ἀπολλόδωρον τουτονί, δεῖται καὶ ἱκετεύει καὶ ἀξιοῖ σωθῆναι, καὶ ἡμεῖς συνδεόμεθʼ οἱ ἐπιτήδειοι ταῦθʼ ὑμῶν. ἐκεῖνο δʼ ὑμᾶς ἀκοῦσαι δεῖ. τοσαῦτα γάρ, ἄνδρες Ἀθηναῖοι, χρήμαθʼ ὑμῖν ἀνεγνώσθη προσηυπορηκώς, ὅσʼ οὔθʼ οὗτος οὔτʼ ἄλλος οὐδεὶς κέκτηται. πίστις μέντοι Φορμίωνι παρὰ τοῖς εἰδόσι καὶ τοσούτων καὶ πολλῷ πλειόνων χρημάτων, διʼ ἧς καὶ αὐτὸς αὑτῷ καὶ ὑμῖν χρήσιμός ἐστιν. 36.58 μὴ προῆσθε, μηδʼ ἐπιτρέψητʼ ἀνατρέψαι τῷ μιαρῷ τούτῳ ἀνθρώπῳ, μηδὲ ποιήσητʼ αἰσχρὸν παράδειγμα, ὡς τὰ τῶν ἐργαζομένων καὶ μετρίως ἐθελόντων ζῆν τοῖς βδελυροῖς καὶ συκοφάνταις ὑπάρχει παρʼ ὑμῶν λαβεῖν· πολὺ γὰρ χρησιμώτερʼ ὑμῖν παρὰ τῷδʼ ὄνθʼ ὑπάρχει. ὁρᾶτε γὰρ αὐτοὶ καὶ ἀκούετε τῶν μαρτύρων, οἷον ἑαυτὸν τοῖς δεηθεῖσι παρέχει. 36.59καὶ τούτων οὐδὲν εἵνεκα τοῦ λυσιτελοῦντος εἰς χρήματα πεποίηκεν, ἀλλὰ φιλανθρωπίᾳ καὶ τρόπου ἐπιεικείᾳ. οὔκουν ἄξιον, ἄνδρες Ἀθηναῖοι, τὸν τοιοῦτον ἄνδρα προέσθαι τούτῳ, οὐδὲ τηνικαῦτʼ ἐλεεῖν ὅτʼ οὐδὲν ἔσται τούτῳ πλέον, ἀλλὰ νῦν ὅτε κύριοι καθέστατε σῷσαι· οὐ γὰρ ἔγωγʼ ὁρῶ καιρὸν ἐν τίνι ἂν μᾶλλον βοηθήσειέ τις αὐτῷ. 36.60τὰ μὲν οὖν πόλλʼ ὧν Ἀπολλόδωρος ἐρεῖ, νομίζετʼ εἶναι λόγον καὶ συκοφαντίας, κελεύετε δʼ αὐτὸν ἐπιδεῖξαι, ὡς οὐ διέθετο ταῦθʼ πατήρ, ὡς ἔστιν τις ἄλλη μίσθωσις πλὴν ἧς ἡμεῖς δείκνυμεν, ὡς οὐκ ἀφῆκεν αὐτὸν διαλογισάμενος τῶν ἐγκλημάτων ἁπάντων, ἔγνω <θʼ> κηδεστὴς τούτου καὶ οὗτος αὐτὸς συνεχώρησεν, ὡς διδόασιν οἱ νόμοι δικάζεσθαι τῶν οὕτω πραχθέντων, τῶν τοιούτων τι δεικνύναι. 36.61ἐὰν δʼ ἀπορῶν αἰτίας καὶ βλασφημίας λέγῃ καὶ κακολογῇ, μὴ προσέχετε τὸν νοῦν, μηδʼ ὑμᾶς τούτου κραυγὴ καὶ ἀναίδειʼ ἐξαπατήσῃ, ἀλλὰ φυλάττετε καὶ μέμνησθʼ ὅσʼ ἡμῶν ἀκηκόατε. κἂν ταῦτα ποιῆτε, αὐτοί τʼ εὐορκήσετε καὶ τοῦτον δικαίως σώσετε, ἄξιον ὄντα νὴ τὸν Δία καὶ θεοὺς ἅπαντας.

36.62ἀνάγνωθι λαβὼν αὐτοῖς τὸν νόμον καὶ τὰς μαρτυρίας τασδί.Νόμος Μαρτυρίαι

οὐκ οἶδʼ τι δεῖ πλείω λέγειν. οἶμαι γὰρ ὑμᾶς οὐδὲν ἀγνοεῖν τῶν εἰρημένων. ἐξέρα τὸ ὕδωρ.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 35 Dem. 36 (English) >>Dem. 37

Powered by PhiloLogic